περὶ σαύρας· σαύρας ἡ κεφαλὴ λεία ἐπιτεθεῖσα σκόλοπας ἐξάγει
[1] καὶ πάν-
τα τὰ ἐμπεπηγότα· αἴρει δὲ καὶ μυρμηκίας καὶ ἀκροχορδόνας καὶ ἰόνθους
[2]. τὸ δὲ ἧπαρ
αὐτῆς ἐντεθὲν τοῖς τῶν ὀδόντων βρώμασιν ἀπονίαν ποιεῖ. ὅλη δὲ ἀνασχισθεῖσα καὶ
ἐπιτεθεῖσα σκορπιοπλήκτους κουφίζει.